Ancient Greek
O.Did. 327
Documentary Papyri, O.Did. 327
Not analysed yet
Ἀλβούκιος Ἀννίῳ τῷ κυρίῳ καὶ ἀδελφῷ χαίρειν· περὶ τοῦ πιπέρεως καθώς σε ἠρώτηκα καὶ Ἀντώνιν, εἰ ἠγοράκατε, πέμψατέ μοι φάσιν ἵνα καὶ ἐγὼ εἰδῶ καὶ πόσον καὶ ἐκ πόσου. καὶ ἄν τινος χρῄζητε, γράψατέ μοι. ἀσπάζου Δημήτριν. ἔρρωσο.