Ancient Greek
O.Did. 355
Documentary Papyri, O.Did. 355
Not analysed yet
Μάξιμος Μ… τῷ ἀδελφῷ πλεῖστα χαίρειν· εὐχαριστῶ σοι, ἄδελφε, ὅτι ἐμέλησέ σοι πῶς τὸν χαλκὸν ἐκπράξῃς καὶ ἂν ἀναβαίνῃἸοῦστος, δὸς αὐτῷ καὶ οἴσει μοι. καὶ σύ, εἴ τί μοι θέλεις, ἐπίταξόν μοι. ἄσπασαι Ἀντώνιoν κουράτορα καὶ Φάβιον καὶ Ἰούλιον καὶ Ἄννιον καὶ Οὐ… κονδούκτορα καὶ τὴν ἀδελφὴν αὐτοῦ …Ἄρριον καὶ τοὺς φίλους αὐτοῦ πάντας. ἄσπασαι Σαλλούστιον.