Ancient Greek
O.Did. 356
Documentary Papyri, O.Did. 356
Not analysed yet
Μάξιμος Μένν… τῷ ἀδελφῷ πλεῖστα χαίρειν· εὔχομαί σε ἰσχύειν· ἰσχύω δ’ ἐγὼ καὶ αὐτός. ἔλαβα ἀπὸ Ἰούστου δραχμὰς δ. καλῶς ἐποίησας, ἄδελφε, ὅτι ἐμέλησέ σοι πῶς κομίσῃ αὐτὸν καὶ τὸν ἄλλον. ἐὰν λάβητε πάλι δι’ αὐτοῦ μοι πέμψον. ἀσπάζου τούς σε φιλοῦντας πάντας.