Ancient Greek
O.Did. 360
Documentary Papyri, O.Did. 360
Not analysed yet
Ἰουλία Ἀσιατικῷ τῷ ἀδελφῷ καὶ συμπολίτῃ πλεῖστα χαίρειν· εὐχαριστῶ σοι κατὰ πάντα· ἔγραψες λέγων Ἰουλίῳ ὅτι πέμψω σοι τὸν χαλκόν. ἀκούσας ἐξουθενεῖ σε καὶ λέγει ὅτι ἀπολοῦ. εἴρηκε καὶ χείρω· ἐμοὶ παραχρᾶται. ἄσπασαι τούς σε φιλοῦντας πάντας. ἄσπασαι Ἥρωνα καὶ εἶπον αὐτῷ πέμψον τὸν παῖδα.