Ancient Greek
O.Did. 361
Documentary Papyri, O.Did. 361
Not analysed yet
…αποῦς Ἀρήωι τῶι φιλτάτῳ πλεῖστα χαίρειν· ἐρωτῶ σε χρῆσαι ἀσκὸν καὶ δὸς Μάρκῳ τῷ ὀνηλάτῃ τῷ κομίζοντί σοι τοῦτο τὸ ὄστρακον, ἄχρι οὗ ἀνακάμψῃ ἀπὸ Βερενίκης καὶ ἀπολάβῃς αὐτόν. σημεῖον ὅτι ἥκεις καλῶν με καὶ τὸν γαμβρὸν καὶ λέγω σοι ὅτι ὀφθαλμιᾷ. μὴ οὖν κολάσῃ τοὺς ὄνους ἡμῶν ἐπεὶ ὑστεροῦσι. ἀσπάζεταί σε Θέρμουθις. ἔρρωσο. Φαμενωθ ε.