Ancient Greek
O.Did. 376
Documentary Papyri, O.Did. 376
Not analysed yet
Φιλοκλῆς Καππάρει τῷ ἀδελφῷ πλεῖστα χαίρειν· ἔπεμψά σοι διὰ τῆς σμαραγδαρίας βαυκάλιον μεστὸν πτωμάτων ὅπου ἔνι μῆλα κ καὶ κολοκύνθια β καὶ διʼ Ἑρεννίου τοῦ ἱππέως θρίδακας ιϛ καὶ μῆλα ι καὶ κρόμμυα ι καὶ γλήχωνα καὶ κολοκύνθιον. ἀντιγράψεις ἀντιγράψεις μοι εἰ ἔλαβες καὶ Πρόκλῳ δέσμην κράνβης. ἀσπάζεταί σε Σκνὶψ πολλά. ἔρρωσο.