Ancient Greek
O.Did. 377
Documentary Papyri, O.Did. 377
Not analysed yet
Φιλοκλῆς Καππάρει τῷ ἀδελφῷ χαίρειν· ἔπεμψά σοι διὰ Σεραπίωνος κολοκύνθια δύο καὶ διὰ Ἀμμωνίου βαυκάλιον ὅπου ἔνι μῆλα κ καὶ πτώματα μεστόν. δώσεις Θεανοῦτι δ καὶ πτώματα μ καὶ Ἰσαροῦτι μῆλα δ καὶ πτώματα μ. καὶ ἄν τι χρῄζῃς πέμψον μοι ἵνα σοι πέμψω.