Ancient Greek
O.Did. 389
Documentary Papyri, O.Did. 389
Not analysed yet
Φιλοκλῆς Ἀρρίῳ τῷ ἀδελφῷ χαίρειν ἄδελφε. καθὼς ἐνετείλου περὶ τοῦ ἀνθρώπου, ἀπῆλθε εὐθέως. λοιπὸν ἔγραψά σοι ἵνα εἰδῇς ὅτι ἐμέλησε ἡμῖν· ἀμέριμνος οὖν γίνου. δώσεις Σκνιπὶ δραχμὰς πέντε καὶ κριθῆς μάτια τρία ἵνα ποιήσῃ μοι ζύμην. ἀσπάζου τοὺς φίλους πάντας …