Ancient Greek
O.Did. 390
Documentary Papyri, O.Did. 390
Not analysed yet
Φιλοκλῆς Ακυλᾶτι τῷ τιμιωτάτῳ χαίρειν· οἶσθα ὅτι εἴκοσι καὶ δύο στατῆρας ἐδίδοσαν μοι τὸ κατὰ μῆνα τοῦ κορασίου· ἐλθόντος δὲ σοῦ μᾶλλον ἠθέλησα ὑμῖν παρασχεῖν ἢ γὰρ ἄλλοις. οἶσθα γὰρ καὶ σὺ αὐτὸς ὅτι ἐκπορευομένου τοῦ κορασίου ὁ κονδούκτωρ ἔλαβε ἀπ' αὐτῆς στατῆρας τρεῖς καὶ φόρετρον δραχμὰς β· ἀπὸ τῶν δέκα πέντε στατήρων εἰς τὰς χεῖρας μου στατῆρας ἕνδεκα δίδραχμον ἧκαν. λοιπὸν οὖν οἶσθα πῶς μετὰ ἀλλήλων σύμφωνοι γεγόναμεν διὰ γραμμάτων, μηδεμίαν ἐπήρειάν τις ποιήσει τῷ κορασίῳ παρὰ τὴν συμφώνησιν · ἀσπάζου Κάσυλλαν. ἔρρωσο.