Ancient Greek
O.Did. 391
Documentary Papyri, O.Did. 391
Not analysed yet
Φιλοκλῆς Ἀυιζινα τῷ τιμιωτάτῳ πλεῖστα χαίρειν· κόμισαι ἀπὸ τῶν ὀνηλατῶν δέσμας κράμβης τρεῖς ὧν δώσεις Ἰουλίῳ μίαν καὶ Τιμοθέῳ μίαν καί σοι μίαν ἐκ τῶν τριῶν. κόμισαι καὶ ἄλλην μίαν ,αἳ γίνονται τέσσαρες ὧν σοι λήμψῃ δύο καὶ Ἰουλίῳ μίαν καὶ Τιμοθέῳ μίαν καθώς μοι ἐνετείλου. ἀσπάζου Ἰούλιν καὶ Τιμόθεον καὶ πάντας τοὺς παρ’ ἡμῶν.