Ancient Greek
O.Did. 404
Documentary Papyri, O.Did. 404
Not analysed yet
Θεόφιλος Θεανοῦτι τῇ ἀδελφῇ πλεῖστα χαίρειν· γινώσκειν σε θέλω ὅτι ἡ πορεία ἔρχεται εἰς Διδύμους τῇ ἑβδόμῃ καὶ εἰκά- δι. διὸ ἔγραψά σοι ἵνα ἑτοιμάσῃς τὰ σά. ἄσπασαι τὴν κυρίαν μου Σύραν καὶ πάντας τοὺς φιλοῦντάς σε κατ’ ὄνομα. ἔρρωσο.