Ancient Greek
O.Did. 405
Documentary Papyri, O.Did. 405
Not analysed yet
Θεανοῦς καὶ Πανισίναυς Παπελθῶτι τῷ ἀδελφῷ χαίρειν· ἀφ’ ἧς ἐξήλθαμεν ἀφ’ ὑμῶν ζητοῦμεν ὑμᾶς. μὴ λυποῦ ὅτι ἐξήλθαμεν ἀπὸ σοῦ, ἐλπίζω γὰρ ὅτι καί σοι βοηθήσομεν ἵνα διαβῇς ὧδε. φίλοι γίνεσθε, σὺ καὶ Ποτάμων. ἀσπάζου Ἅρτωσιν καὶ Ἀνκυρᾶν. ἔρρωσο.