Ancient Greek
O.Did. 415
Documentary Papyri, O.Did. 415
Not analysed yet
…Ἐπαφροδίτῳ τῷ μὴ ἀξίῳ χαίρειν· …αυτη…μων ἡ πίστις. συνεφώνησας μετ’ ἐμοῦ. ἔλαβες τὴν τιμὴν διὰ Σκηνου ἀδελφοῦ ἡμῶν ὄντος. χάριν δὲ ἔχω τοῖς θεοῖς ὅτι …ἡμῶν ἐγένετο Σκαινος· εἰ δὲ μή, ἤρνου καὶ τὸν χαλκὸν διά τινος τὴν γνώμην μου οὐκ ἔλαβον. περὶ τῶν δελφακίων ἄλλα ἐπιτέθηκάς. παρέδωκά σοι περὶ αὐτῶν δραχμὰς μη καὶ οὐκ ισι …Πρόκλου. ἀλλὰ οἶδα τὴν τύχην μου· ἀλλὰ νομίζεις με ἔτι ἐν τῇ ἀντλίᾳ εἶναι, καὶ οὕτως στρηνιᾶν εἰς τὴν ἀντλίαν εἶχον · ὧδε οὐκ ἔχω. ἦ οὐκ ἀρέσκει σοι ἡ συμφωνία ἣν ἔχεις μετ’ ἐμοῦ ; καλῶς ποιήσεις δοὺς …τὸν χαλκόν. …