Ancient Greek
O.Did. 416
Documentary Papyri, O.Did. 416
Not analysed yet
Στατίλιος Ἐπαφροδίτῳ τῷ ἀδελφῷ χαίρειν· μὴ νομίσῃς ὅτι ἠμέλησα περὶ πλακίων· οὐδεὶς ὀνηλάτης ἠθέλησε αὐτὰ αἴρειν. διὰ τῶν καμηλίων πέμψω σοι αὐτά. καλῶς ποιήσεις διαλέξαι μοι δύο δελφάκια καὶ πέμψεις διὰ τῆς προβολῆς. πέμψεις πόσου ἐστίν.