Ancient Greek
O.Did. 428
Documentary Papyri, O.Did. 428
Not analysed yet
Θεόδωρος Σαβίνῳ τῷ τιμιωτάτῳ ἀδελφῷ χαίρειν· πρὸ παντὸς εὔχομαί σε ἰσχύειν καὶ ὑγιαίνειν. ὡς ἄρτι οὐκ ᾔδειν ὅτι εἰς Διδύμους εἶ· εἰ δὲ μὴ καθ' ἡμέραν σοι ἔπεμψα λαχάνια. κόμισαι παρὰ τοῦ ὀνηλάτου Κλαυδίου δέσμην κραμβίων καυλοὺς θ καλοὺς καὶ θριδάκια η. ἔρρωσο.