Ancient Greek
O.Did. 430
Documentary Papyri, O.Did. 430
Not analysed yet
Λογγῖνος κουράτωρ Ἀφροδίτης Ὄρους Κιλικᾶτι τῷ ἀδελφῷ χαίρειν· ἠρωτήκασιν με οἱ ἐκ τοῦ πραισιδίου ἵνα σοι γράψω περὶ τῆς παιδίσκης σου ἥ σοι βαστάζει τῶν ἑξήκοντα δραχμῶν. πέμψον καὶ πρὸς ἐμέ ἐστι ὁ χαλκὸς ἢ πέμψον μοι φάσιν καὶ πέμψω σοι καὶ τὸ τοῦ κονδούκτορος πρὸς ἡμᾶς ἐστι. ἔρρωσο.