Ancient Greek
O.Krok. 2 202
Documentary Papyri, O.Krok. 2 202
Not analysed yet
Τιβερία Πομπείῳ τῷ ἀδελφῷ καὶ κυρίῳ πλεῖστα χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Ἀθηνᾷ. εὔχομαι τοῖς θεοῖς πᾶσι ποτὲ ἐκείνη ἡ ἡμέρα γένηται ἵνα σοῦ τὸ πρόσωπον προσκυνήσω. σὺ δ’ ἐμοῦ ἐπιλέλησαι· ἐγὼ δὲ σοῦ οὐ δύναμαι ἐπιλαθέσθαι. εἴρηκέ μοί τις ὅτι μέλλεις ἀγοράσαι τὸ αβρικον· ἀγόρασον αὐτό. ἔπεμψά σοι πεντήκοντα καὶ πέντε φοινίκια διὰ Πετρωνᾶτος· δὸς τῷ παιδίῳ μου καὶ Ἡγεμωνίδι.