Ancient Greek
O.Krok. 2 203
Documentary Papyri, O.Krok. 2 203
Not analysed yet
Τιβερία Πρίσκῳ τῷ κυρίῳ καὶ ἀδελφῷ χαίρειν. πρὸ μὲν πάντων διὰ νυκτὸς καὶ ἡμέρας οὐδὲν εὔχομαι ἄν μή τι περὶ τῆς σωτηρίας σου. ταύτην σοι τὴν ἐπιστολὴν πέμπτην γράφω, σὺ δὲ οὐδεμίαν. μόνον οὐ ταῦτα μοι ἔλεγες. ἀσπάζου Ἀπολλινάριν. ἀσπάζεταί σε Σκὶψ καὶ ἄππας. ἔρρωσο.