Ancient Greek
O.Krok. 2 236
Documentary Papyri, O.Krok. 2 236
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· οὐκ ἔπεμψά σοι λάχανα καθὼς εἴρηκας μοι· πέμψον μοι τὸ σάβανον καὶ γράψον μοι τὴν τιμὴν ἵνα πέμψω σοι εὐθέως καὶ περὶ οὗ μοι ἠρώτηκας· ἐὰν χρείαν ἔχῃς γρά- ψον μοι· ἀσπάζεταί σε Μαννήιος καὶ Φίρμος καὶ Οὐαλέρις καὶ Χαιρήμων καὶ Οὐαλεριανός. ἔρρωσο.