Ancient Greek
O.Krok. 2 237
Documentary Papyri, O.Krok. 2 237
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην τὸ ἄμι καὶ διαμεμέρικα ἐμοὶ καὶ Οὐαλερίῳ ἑκάστῳ τὸ ἥμισυ· κόμισαι παρὰ Πρίσκου τὰ μαρσίππια β καὶ δέσμην κράμβης καὶ ἄν πέμψω σοι τι εὐθέως γράψον μοι τὴν ἀντιφώνησιν· εἰ μὲν ἔλαβες παρὰ Παύλου δέσμην κράμβης γράψον μοι· εὕρηκε τὸ σάβανον δραχμὰς δ· λοιπόν, τί δοκεῖ σοι γράψον· οὗ ἐάν τινος χρῄζῃς γράψον μοι· ἀσπάζεταί σε Μαννήιος καὶ Χαιρήμων· ἄσπασαι Μάξιμον τίρωνα. ἔρρωσο.