Ancient Greek
O.Krok. 2 242
Documentary Papyri, O.Krok. 2 242
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· ἐκομισάμην παρὰ Χαιρήμονος ἡμιμάτιον φοινικίων καὶ ἑπτὰ ὀβολούς· κόμισαι παρὰ Καπίτωνος σκληρουργοῦ δέσμην κράμβης καὶ πηγάνου μικκόν· πλείω γὰρ τῆς δέσμης οὐκ αἴρει· ἄσπασαι Μάξιμον τίρωνα καὶ Δομίττιν καὶ Ἀπολινάριν· ἀσπάζεταί σε Ἀπολινάριος ὁ φίλος σου. ἔρρωσο.