Ancient Greek
O.Krok. 2 241
Documentary Papyri, O.Krok. 2 241
Not analysed yet
Ἀπολλῶς Πρίσκῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. ἔπεμψά σοι δύο μάτια κριθῆς διὰ Σατορνίλου καὶ οὐκ ἔπεμψάς μοι τὴν φάσιν· ἠγόρασα αὐτὰ δραχμῆς α διωβόλου· κόμισαι δέσμην κράμβης παρὰ Πεβῶτος· ἄσπασαι Ἀπολινάριν καὶ Μάξιμον Ὠννῶφριν· ἀσπάζεταί σε Μαννήιος πολλά. ἔρρωσο, δέσπoτα.