Ancient Greek
O.Krok. 2 247
Documentary Papyri, O.Krok. 2 247
Not analysed yet
Οὐαλεριανὸς Πρίσκῳ καὶ Μαξίμῳ τοῖς ἀδελφοῖς χαίρειν· πρὸ μὲν παντὸς εὔχομαι ὑμᾶς ὑγιαίνειν· κόμισαι δέσμην κράμβης παρὰ Παύλου καὶ Μαξίμωι σεύτλου α· ἐάν τινος χρῄζητε γράψετέ μοι· ἀσπάζεται ὑμᾶς Φίρμος· οὐκ ἀπέσταλκε ὑμῖν λάχανα Φίρμος ὅτι ἔπεμψα ὑμῖν· ἀσπάζονται ὑμᾶς Μαννήιος καὶ Οὐαλέρις. ἔρρωσο.