Ancient Greek
O.Krok. 2 248
Documentary Papyri, O.Krok. 2 248
Not analysed yet
Χαιρήμων Δομιττίῳ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· κόμισαι δέσμην κράμβης· πέμψον μοι τὸ ἀγγεῖον· ἐάν τι χρῄζῃς γράψον μοι καὶ εὐθέως σοι πέμψω· ἐκομισάμην παρὰ Οὐαλεριανοῦ δραχμὰς δ· λυποῦμαι λίαν ὅτι ἀσθενέστερος εἶ. τάχα ἔρχεται ἐξ ὑμῶν εἷς εἰς Πέρσου, ὡς ἤκουσα, ἵνα ἐργασίαν δοῦναί σοι ἐλθεῖν εἰς Πέρσου· ἀσπάζεταί σε Οὐαλέρις καὶ Λονγεῖνος καὶ Ἀπολινάρις τίρων. ἔρρωσο.