Ancient Greek
O.Krok. 2 266
Documentary Papyri, O.Krok. 2 266
Not analysed yet
Λονγεῖνος Ἀπολινάρις Πρίσκῳ Μαξιμιανοῦ τῷ ἀδελφῷ χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· κόμισαι τέσσαρα μάτια σίτου· ἐρεῖς …ω μάτιον περὶ λαγανίων καὶ ποίησον ταχέως τοὺς ἄρτους εἰς τὸ καλαντ… ϛ· προέπεμψά σοι γὰρ ἐπεὶ εὕρηκα τὸν βαστάζοντα· κόμισαι δέσμην σεύτλου καὶ τὰ λάχανα παρὰ τοῦ ὀνηλάτου …πράσον· οὔπω γέγονεν κράμβη ἐγγύς ἐστιν καὶ χορτάσματα· γράψον μοι περὶ τῆς σωτηρίας σου καὶ ἐάν τι χρῄζῃς ἵνα πέμψω· οὐκ ἔγραψε Σερῆνος ἀντιφώνησιν περὶ καλοῦ περὶ σαπροῦ· ἄσπασαι τὸν ἀδελφόν σου καὶ τὴν θυγατέρα μου· ἐρρῶσθαί σε.