Ancient Greek
O.Krok. 2 267
Documentary Papyri, O.Krok. 2 267
Not analysed yet
ἀπόδος Ἀπολιναρίῳ. Λονγεῖνος Ἀπολινάρις Ἀπολιναρίῳ τῷ ἀδελφῷ μου καὶ κυρίῳ πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν· καλῶς ποιήσεις, κύρι’ ἄδελφέ μου, πέμψον μοι Σαραπιάδα μετὰ Τιβεριάτι ὅτι χρῄζω αὐτῆς· εἰ μὲν θέλεις ἀφεῖναι αὐτὴν σεαυτῷ ὅλον τὸν μῆνα, ἄφες καὶ οὐδείς ἐστι χαλκός· εἰ μὲν θέλεις αὐτὴν μισθῶσαι παρὰ σοι, πέμψον μοι τὰς δραχμὰς οε καὶ γράψον μοι ὅτι ἔχω αὐτὴν ὡς ἐπίτροπος · εἰ μὲν ηὕρηκες μίσθωμα αὐτῇ εἰς Διδύμους, ἀσφάλισον σεαυτῷ λίαν παρὰ πιστὸν ἄνθρωπον ἵνα μὴ αὐτὴν ὑβρίσωσιν· ἐὰν ποιῄσεις μοι μικρόν τι, ἀνταποδώσω σοι καὶ πάντοτε ἔχω τὴν ἐξουσίαν σου ὡς ἀδελφόν· γράψον μοι περὶ τῆς σωτηρίας σου· ἄσπασαι Μάξιμον καὶ Τιβερίαν καὶ Σκνῖφιν καὶ Βαρβάραν ἔρρωσο.