Ancient Greek
O.Krok. 2 281
Documentary Papyri, O.Krok. 2 281
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. πρὸ πάντων εὔχομαι σε ὑγιαίνειν καὶ τοὺς ἀδελφοὺς ἡμῶν τοὺς περὶ Φιλοκλῆν. ἄδελφε, καλῶς ποιήσεις ἐπιγνοὺς ἀπὸ Σκνιπὸς εἰ ἐνήνοχε τῇ ἀδελφῇ σου Ζωσίμῃ ἃ ἠγόρασεν αὐτῇ, ταῦτα ἃ ἠρώτηκεν αὐτὴν ἐνέγκαι ἀπὸ Κόπτου, ἵνα μοι γράψῃς.