Ancient Greek
O.Krok. 2 282
Documentary Papyri, O.Krok. 2 282
Not analysed yet
Ζωσίμη Παραβόλῳ χαίρειν. πρὸ πάντων εὔχομαί σε …. γινώσκειν σε θέλω ὅτι ἔπεμψά σοι φακοῦ μάτια ζ· σὺ δὲ ἔγραψάς μοι λέγων· πέμψον μοι μάτια …· κόμισαι παρὰ Λυ φακοῦ μάτια …· τὰ ἄλλα πέμψω σοι μετὰ τῆς πορείας. γινώσκειν σε θέλω ὅτι τὸ ἔλαιον τὸ χρηστὸν δραχμῶν …καὶ τὸ ῥαφάνινον δραχμῶν ιϛ· ελα… προκ… γράψον μοι τί θέλεις ἀγοράσω σοι ἢ χρηστὸν ἢ ῥαφάνινον. ἀσπάζου Φιλοκλῆν καὶ τὴν ἀδελφὴν αὐτοῦ Ἡγεμονίδα καὶ ἔρρωσο. Κάππαριν. το