Ancient Greek
O.Krok. 2 283
Documentary Papyri, O.Krok. 2 283
Not analysed yet
Ζωσίμη Παραβόλῳ τῷ κυρίῳ καὶ ἀδελφῷ χαίρειν. καλῶς ποιήσεις εἰπών Μαρτιάλῃ δοῦναι τὸν στατῆρα Ἡρακλειδίωνι, ὅτι ἠρώτηκε αὐτὸν Ἰσχυρᾶς ἐνέγκαι ἐλάδιον ἀπὸ Κόπτου· ἐρεῖς αὐτῷ ὅτι οὐκ ἔχομεν ἔλαιον. ἀσπάζου Φιλοκλῆν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὸ παιδίον. ἔρρωσο.