Ancient Greek
O.Krok. 2 298
Documentary Papyri, O.Krok. 2 298
Not analysed yet
Ἰσχυρᾶς Φιλοκλῆτι χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ Ἀθηνᾷ καὶ Ἡγεμονίδος καὶ τῆς συμβίου σου. καλῶς ποιήσεις πέμψας μοι τὸ κεράμιον ὅτι πρὸς Μένανδρον μάχην ἐποίησα. ἀσπάζου τοὺς παρ’ ἡμῶν κατ’ ὄνομα. ἔρρωσο.