Ancient Greek
O.Krok. 2 299
Documentary Papyri, O.Krok. 2 299
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. γινώσκειν σε θέλω ὅτι Δημητροῦς καὶ Ζωσίμη ἐποίησαν μάχην, λέγουσα ἡ Δημητροῦς ὅτι οὐκ ἔλαβα τὸν στατῆρα τοῦ μύρου· οὔ μοι εἴρηκε Παράβολος ἀγoράσαι σοι . μὴ οὖν αὐτὰς ἀφῇς ποιεῖν μάχας ἀλλὰ ὃ ἄν σοι φαίνηται. ἔρρωσο.