Ancient Greek
O.Krok. 2 302
Documentary Papyri, O.Krok. 2 302
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. τὸ προσκύνημά σου ποιοῦμεν ἐγὼ καὶ Ζωσίμη. πάντῃ πάντως καλῶς ποιήσεις χρησάμενος παρὰ τοῦ κουράτορός σου τὸ κρουστηρίδιον καὶ ἐλθὼν ὡς ὧδε ὅτι εὗρον ἀναγκαῖον λίθον εὔχρηστον· ποιῶν καὶ σοὶ καὶ τῷ κουράτορί σου καὶ ἐμοί, μὴ ἄλλως ποιήσῃς ὅτι ἀνάγκη ἐστίν. ἀσπάζεταί σε Ζωσίμη.