Ancient Greek
O.Krok. 2 303
Documentary Papyri, O.Krok. 2 303
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. τὸ προσκύνημά σου ποιοῦμεν παρὰ τοῖς θεοῖς πᾶσιν. γινώσκειν σε θέλω ὅτι τὸ ἐργύφιον σου ἡμιτέλεστον ἀφῆκα ὅτι οὐκ ἔχω ὀξὺ σιδήριον· καλῶς ποιήσεις πέμψας μοι τὸ μικρὸν κολαπτηρίδιον καὶ τὸ κρουστηρίδιον. ἀσπάζου Μᾶρκον, τὸν κουράτορα σου. ἔρρωσο.