Ancient Greek
O.Krok. 2 304
Documentary Papyri, O.Krok. 2 304
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῇ κυρίᾳ Ἀθηνᾷ. καλῶς ποιήσεις πέμψας τὸν πρίονα Μενάνδρῳ· ἔλαβα τὸ σικάριον καὶ ποτήρια β. καλῶς ποιήσεις πέμψας μοι ἄρτους· κόμισαι κράμβην παρὰ τοῦ φέροντός σοι τὴν ἐπιστολήν. ἀσπάζου Βελλικόν, Φιλοκλῆν, Ἡγεμονίδα. ἔρρωσο.