Ancient Greek
P.Abinn. 10
Documentary Papyri, P.Abinn. 10
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀμεννεῶτι Ἰοβῖνος. τοῦ προσειπεῖν σε ἔσπευσα διὰ τούτων μου τῶν γραμμάτων, εὐχόμενος τῇ θείᾳ προνοίᾳ ὑγιαίνοντί σοι καὶ εὐθυνοῦντι ἀποδοθῆναι τὰ παρʼ ἐμοῦ γράμματα. ἔπειτα γράφω τῇ σῇ χρηστότητι ὅπως σπουδάσῃς καὶ συμβουλεύσῃς τῷ πραιποσίτῳ καὶ τῷ πρίγκεπι καὶ ἀκτουαρίῳ καὶ τοῖς λοιποῖς ὑπευθύνοις παράσχωσι τῷ ἰδίῳ ῥογάτῳ τὰς τοῦ λαχανοσπέρμου τοῦ ὀρφανοῦ ἀρτάβας δέκα ,ἐμοὶ τὰ μέγιστα χαριζόμενος· ἀεὶ γὰρ ἐγὼ χάριν ἔχω φιλιάσειν πᾶσι καὶ μὴ ἔχθραν ἔχειν πρός τινα. ἐβούλετο γὰρ ὁ ὀρφανὸς ἀπελθεῖν πρὸς τὸν κύριόν μου τὸν δοῦκα καὶ διδάξαι περὶ τούτου καὶ ἄχρις δεῦρο ἐπέσχον τὸ πρᾶγμα. πρόσειπε παρʼ ἐμοῦ τὴν κυρίαν μου τὴν σύμβιόν σου καὶ τὰ παιδία σου καὶ πάντας ἡδέως κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε. πολλὰ ἀσπάζεται ὑμᾶς ἡ σύμβιός μου καὶ Σατορνῖλος καὶ πάντες οἱ ἡμέτεροι. κυρίῳ μου ἀδελφῷ Ἀμμενεῶτι Ἰοβῖνος