Ancient Greek
P.Abinn. 11
Documentary Papyri, P.Abinn. 11
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀβιννέῳ Λουππικῖνος. προηγουμένως εὔχομαι τῇ θείᾳ προνοίᾳ ὅπως εὐθυμοῦντί σοι ἀποδοθῆναί σοι τὰ παρʼ ἐμοῦ γράμματα. ἀνάγκη μοι γεγένηται δηλῶσαι τῇ σῇ καλοκαγαθίᾳ τὰ γραφέντα ὑπὸ τοῦ ὀφφικιαλίου τοῦ κυρίου μου δουκὸς Φλαυουίου Φιλικισσίμου ὅπως πάραυτα λαβών μου τὰ γράμματα ποίησῃς αὐτοὺς ἀπαντῆσαι ἐν τῷ Λευκοκίου καθὼς τὰ γράμματα περιέχει. καὶ περὶ ὧν βούλῃ κελεύειν μοι ἡδέως ἔχοντα πρὸς …κυρίῳ μου ἀδελφῷ Ἀβιννέῳ Λουππικῖνος