Ancient Greek
P.Abinn. 12
Documentary Papyri, P.Abinn. 12
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀβιννέῳ Λουππικῖνος. Σαραπίωνος τοῦ ἡμετέρου στρατιώτου ἐντυχόντος τῇ ἡμετέρᾳ φροντίδι κατὰ τῶν τέκνων Ἄρωνος Πέτρου ἀπὸ κώμης Φιλαγρίδος οὐ μὴν ἀλλὰ καὶ οἱ παῖδες αὐτοῦ μετὰ ῥοπάλων καὶ ξιφῶν τὸν τούτου υἱὸν κατέκοψαν καὶ ἀνάγκη μοι γεγένηται γράψαι τῇ εὐγενείᾳ σου ὅπως τὴν κρίσιν ἐκ τούτων ποιήσῃς τοῦ στρατιώτου· καὶ περὶ ὧν βούλει κέλευέ μοι, κύριε ἄδελφε, ἡδέως ἔχοντι. ἐρρωμένως σε ἔχηται ἡ θεία πρόνοια, κύριε ἄδελφε. κυρίῳ μου ἀδελφῷ Λουππικῖνος