Ancient Greek
P.Abinn. 25
Documentary Papyri, P.Abinn. 25
Not analysed yet
τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ πραιποσίτῳ Σαραπίων πλεῖστα χαίρειν. προηγουμένως εὔχομαι τῇ θείᾳ προνοίᾳ περὶ τῆς ὑγιείας σου καὶ ὁλοκληρίας. καθὼς ἐξῆλθα ἀπʼ ἐσοῦ, κύριε, λέγων ὅτι καταλαμβάνω σε, καὶ ποιῶ. ἐάν σοι οὖν δοκεῖ, κύριε, ἐλθεῖν πρὸς ἡμᾶς, καὶ εὐθέως γείνεται τὸ ἔργον· ἐξήτακα γὰρ, καὶ λέγουσιν ὅτι δυνατόν ἐστιν. ἀσπάζομαι τὴν Νόνναν καὶ τὸν γλυκύτατον Κωνστάντιν. ἀσπάζομαι Μαρτύριον. ἀσπάζομαι Εὐφρόνιν. ἀσπάζομαι Σύρον δομεστικὸν καὶ τὴν μητέρα αὐτοῦ καὶ τὸν πατέρα. ἀσπάζομαι Μαξενθίαν καὶ Κυρακὸν καὶ Σαμπαθίαν καὶ πάντας τοὺς ἐν τῇ οἰκίᾳ ὅλους κατʼ ὄνομα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε πάτρων. ἀπόδος τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ.