Ancient Greek
P.Abinn. 26
Documentary Papyri, P.Abinn. 26
Not analysed yet
τῷ δεσπότῃ μου Ἀβιννέῳ Ἄγαθος. καὶ ἄλλοτε ἔγραψα πρὸς τὴν σὴν χρηστότητα, δέσποτα, ὅτι κατέχομαι ὑπὸ Ἰουλιανοῦ ὀφφικιαλίου ἑτέρων γραμμάτων ἕνεκα, καὶ ἐπειδὴ μετεδόθη μοι ὅτι Οὐράνιος …λην εἰς τὰ κάστρα τὰς ἀννώνας οὐ συνέκλεισεν ἐποίησα τὸν ἐξάκτορα γράψαι πρὸς αὐτὸν ἵνα ὑποδέξηται παρὰ τῶν ἀπὸ Ταυρίνου, καὶ μὴ τοῦτον ἀπολύσῃς ἕως ἂν ἀπαλλάξω τὸν ὀφφικιάλιον καὶ ἔλθω ἐπὶ τὰ κάστρα καὶ ποιήσω πρὸς αὐτὸν τὸν λόγον μου· οὕτως γὰρ ἐκέλευσεν ὁ κύριός μου ὁ δοῦξ ὅλας τὰς ἀννώνας τοῦ ἐνιαυτοῦ ἐγκλεῖσαι ἐπὶ τὰ κάστρα ἐξ ἐντυχίας τῶν ἀκτουαρίων τῆς ἄνω Θηβαίδος, καὶ ἐκέλευσεν μετὰ τὴν σύνκλισιν τοῦ σίτου ὀφφικιάλιον ἀποσταλῆναι καὶ συνθεωρῆσαι τὸν ἐν ἀθέτῳ σιτόκριθον. τούτου ἕνεκα ἔσπευσα γράψαι πρὸς τὴν σὴν χρηστότητα, δεσπότα, ἵνα ποιήσῃς τὸ πᾶν τοῦ σίτου καὶ κριθῆς ἐνκλεῖσαι καὶ μηδεμία μέμψις ἐπακολουθήσει περὶ τούτου ἔτι. ἐάν σοι δοκοῦν ἐστὶν ἀπόστειλον ἐπὶ τῆς πόλεως τὸν νῦν στρατευθέντα τίρωνα τῆς Διονυσιάδος Ἀπολλῶν διὰ τὰ σπόρτουλα ἐπειδὴ κατέχομαι ὑπὸ τοῦ ὀφφικιαλίου τούτου ἕνεκα. ἐρρῶσθαι εὔχομαι, κύριε πάτρων. τῷ δεσπότῃ μου πραιποσίτῳ Ἀβιννέῳ Ἄγαθος ἀκτουάριος.