Ancient Greek
P.Abinn. 36
Documentary Papyri, P.Abinn. 36
Not analysed yet
τῷ δεσπότῃ μου τῆς ψυχῆς καὶ ἐξουσιαστῇ τῷ ἐμῷ πραιποσίτῳ Ἀμειναιώθει παρὰ Παλᾶτος χαίρειν. προηγουμένως εὔχομαι νυκτὸς καὶ ἡμέρας περὶτῆς σοῦ ὁλοκληρίας ὅπως ὑγιαίνοντος σου καὶ εὐθυμοῦντος προσδέξῃ τὰ ἐμὰ γράμματα. ἀσπάζομαι τὰ τέκνα σου. ἀξιῶ καὶ δέομαι ὅπως, ἐὰν ἀπαντήσῃς, ἐν τῇ ἐμοῦ κοιμῇ. πρὸς θεῶν ποιεῖς ἵνα δῷς τῇ ἐμοῦ συμβίῳ ἔνια πρόβατα ἵνα καὶ αὐτῇ εὑρεθῇ κατὰ χέρα αὐτῆς ὀλίγον λεπτάριον. οἶδας γὰρ κύριέ μου ὅτι ἐμοῦ οὔκ εἰσιν. ἔγραψάν μοι καὶ ὅτι ουδι…τοφως καὶ κατηξιώσαν ἵνα εἰδῶ διʼ αὐτὰ καὶ πάλιν ἐὰν ἀπολέσω …ο ἐγὼ πάλιν σὸς δοῦλός εἰμὶ καὶ οὐκ ἀποστάνομαί σου ὡς πρῶτον. ἐρρῶσθαι εὔχομαι ἐν κυρίῳ πολλοῖς χρόνοις, κύριέ μου. ἀπόδος τῷ ἐμοῦ πάτρωνι καὶ κυρίῳ πραιποσίτῳ Ἀμεινεώθει παρὰ Παλᾶτος τοῦ θρεπτοῦ αὐτοῦ.