Ancient Greek
P.Abinn. 37
Documentary Papyri, P.Abinn. 37
Not analysed yet
τῷ δεσπότῃ μου καὶ πάτρωνι πραιποσίτῳ πολλὰ χαίρειν. προηγουμένως εὔχομαί σε τὸν ἀβάσκαντον οἶκον. γινώσκειν σε θέλω, πραιπόσιτε κύριε, τὴν ἐπιστολὴν ἣν δέδωκα Ποσιδωνίῳ διὰ τοὺς στρατιώτας ζ οἳ προσεποιήσαντο …υ αὐτοῦ ὅτι ἐγὼ τις …ἀπήγαγα εἰς διν… …κει ἀπέστειλα πρὸς σὲ καὶ π…εστινας τῆς πόλεως μετʼ Ἀπολλωνίου. καὶ ἀπῆλθα πρὸς Δίδυμον καὶ λέγει ὅτι οὐ δύναμαι ἀπελθεῖν ὅτι ἐν μεγάλῃ περιστάσει εἰμί, τρία νομισμάτια ἐχρησάμην παρὰ στρατιωτῶν καὶ οὐκ ἐπιτρέπουσίνμοι ἐπανελθεῖν ἕως οὗ ἀποδῶ τὸ χρέος. καὶ Γερόντιον ἐζήτησα εὑρὼν αὐτὸν ἐκ Πελκεήσιος εἰς τὴν κώμην τῆς συμβίου αὐτοῦ καὶ ἔγραψα αὐτῷ τοῦ ἀπαντῆσαι αὐτὸν εἰς τὰ κάστρα καὶ ἀντέγραψέν μοι αὐτὸς ὅτι τὴν πλευρὰν πάσχω λάκτισμα λαβὼν ὅτε γίνομαι ἐμαυτοῦ τῇ αὖριἐπʼ αὐτοῦ τοῦ πραιποσίτου. καὶ ἐπῆλθα ἐπὶ Θεόδωρον, εὗρον αὐτὸν ἐν ……κατεχόμενον …ορια τον ζωσ…ον καὶ …οστυ …ου ἐξάκτορα …μητι…ροση …καὶ ἐπὶ τοῦτο αὐτὸ ἐκβῆναι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.