Ancient Greek
P.Abinn. 4
Documentary Papyri, P.Abinn. 4
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀέτιος ἐν κυρίῳ θεῷ πλεῖστα χαίρειν. ἀπέστειλαπρός σε διὰ τῶν Λιβυκῶν σίτου ἀρτάβας δεκάεξ ,ἀρτάβας ιϛ, καὶ ἐλαίου σπάθιον ἓν ἐσφραγισμένον καὶ δέρματα αἴγινα ὀκτὼ καὶ σάκκους ὀκτώ . δέξαι παρʼ αὐτῶν καὶ ζωκτῆρας τρεῖς . καὶ ἔπεμψα διὰ Ἀγάθου στρατιώτου ἀπὸ Ἑρμοῦ πόλεως ἐλαίου σπάθια δύο καὶ τὴν σαργάνην. καὶ σπούδασον μετενέγκαι τὸν σῖτον καὶ τὴν κριθὴν ἀπὸ τῆς Θεοξενίδος, ἐπειδὴ ἐμφανίζεται. καὶ ἐπλήρωσα τοὺς Λιβυκοὺςτὰς δεκατέσσαρας ἡμίσου ἀρτάβας τῆς κριθῆς. καὶ ἦλθάν τινες στρατιῶται πρὸς ἡμᾶς μετὰ ὀστράκων· ἐὰν κελεύσῃς αὐτοὺς λαβεῖν ἀφʼ ἡμῶν ἀντίγραψόν μοι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε πάτρων. κυρίῳ μου ἀδελφῷ Ἀέτιος.