Ancient Greek
P.Abinn. 5
Documentary Papyri, P.Abinn. 5
Not analysed yet
τῷ κυρίῳ μου ἀδελφῷ Ἀβινναίῳ Ἀέτις ἐν Θεῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὁλοκληρεῖν παρὰ τῷ κυρίῳ ἡμῶν Θεῷ. γινώσκειν σε θέλω περὶ τοῦ βρεουίου ὅμοι δέδωκας οὐδείς μοι οὐδὲν τέθηκε. περὶ τοῦ χόρτου Πεειήου καὶ Εὐλογείου εἶπαν ὅτι οὐκ ἔχομεν χόρτον. ἐὰν οὖν θέλῃ σῖτον ἀντὶ τοῦ χόρτου δίδομεν. καὶ περὶ τῆς ἀρούρης τοῦ Μαλίτου ἔπηξαν μὲν ἕλικʼ ἀλλʼ ἀγρίαν καὶ οὐκ ἀφῆκαν οἱ κωμῆται λέγοντες ὅτι κωμητικόν ἐστιν. καὶ ἀπόστειλόν μοι τοὺς σάκκους ἵνα γομώσω τὸν σῖτον ἐπειδὴ ἐμφανίσθη. ἐὰν θελήσῃς δοῦναι ἐπὶ θερείανὀλίγα κριθάρια τοῖς ἡμῶν ἀνθρώποις γράψον μοι ἐν τάχει. ἀσπάζομαι πάντας τοὺς ἐν τῇ οἰκίᾳ. ἐρρῶσθαί σε εὔχομαι. καὶ τὰ …α ἀπόστειλον. τῷ κυρίῳ μου ἀδελφῷ Ἀβινναίῳ Ἀέτις.