Ancient Greek
P.Abinn. 55
Documentary Papyri, P.Abinn. 55
Not analysed yet
Φλαουίῳ Ἀβιννέῳ ἐξ ἀποπροτηκτόρων ἐπάρχῳ εἴλης κάστρων Διονυσιάδος. παρὰ Αὐρηλίου Ἥρωνος διάκωνος ἀπὸ κώμης Βερενικίδος τοῦ αὐτοῦ νομοῦ χαίρειν. εἰ μὴ ὑπῆρχεν ἡμῖν ἡ τῶν νόμων ἀλήθεια πάλαι δʼ ἂν ὑπὸ τῶν κακούργων ἀνῃρούμεθα. Εὔπορος τοίνυν υἱὸς Ἑρμεία ἀπὸ κώμης Φιλαγρείδος τοῦ αὐτοῦ νομοῦ ἐσύλησέν με ἔνδον τῆς οἰκίας, ἐπιβὰς λῃστρικῷ τρόπῳ, καὶ πᾶσαν τὴν ἐσθῆτα συνελάβετο καὶ εἰς τὸ ἴδιον ἀνεστείλατο μέχρις δεῦρο, δυναμένου μου καὶ τὰς ἀποδείξεις ποιεῖν ὡς τούτου τήνδε τὴν κακουργίαν πεποιημένου. διὸ ἀξιῶ, πραιπόσιτε κύριε, ἀπραγμόνως ἃ ἀφήρπασέν μου παρασχεθῆναί μοι· διάκων γὰρ τετύχηκα τῆς καθολικῆς ἐκκλησίας. καὶ τούτου τυχὼν εἰσαεί σοι εὐχαριστήσω. διευτύχει. μετὰ τὴν ὑπατείαν Φλαουίων Σεργίου καὶ Νειγρεινιανοῦ τῶν λαμπροτάτων, Μεχεὶρ ιζ.