Ancient Greek
P.Abinn. 56
Documentary Papyri, P.Abinn. 56
Not analysed yet
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος. δέησις. παρὰ Αὐρηλίας Μαρίας θυγατρὸς Πεειήου τῶν ἀπὸ κώμης Ἑρμοῦ πόλεως. οἱ γονεῖςμου τελευτήσαντες κατέλειψαν πάντα τὰ ἀνθρώπια, ὁ δὲ ἀδελφός μου Ὠνῶφρις πάντα κατέλαβʼ αὐτὰ καί τινα ἐπώλησεν. διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως καταναγκάσῃς αὐτὸν πάντα ἐνεγκεῖν ὡς προεῖπον ἐξ ἴσου διαμερισθῆναι. καὶ τοῦτο τυχὼν εἰσαεί σου τῇ ψυχῇ χάριτά σοι ὁμολογήσω, κύριε. ἔστιν δέ· …