Ancient Greek
P.Abinn. 57
Documentary Papyri, P.Abinn. 57
Not analysed yet
Φλαυείῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Αὐρηλίου Οὐρανίου υἱοῦ Δαλματίου ἀπὸ πραιποσίτων γεουχοῦντος ἐν κώμῃ Θεοξενίδι. κατὰ τὴν τεσσαρεσκαιδεκάτην τοῦ ὄντος μηνὸς Χοιὰκ περιερχομένου μου τὸν ἀγρόν μου εἶπέν μοι Διόσκορος υἱὸς Παύλου τοῦ Λιβυκοῦ ὅτι τὰ πρόβατα Πέτρος υἱὸς Ἀγαῶνος καὶ σὺν αὐτῷ ἀδελφοὶ ἄλλοι δύο …ἐξαλίσαντες τὰ πρόβατα καὶ τὸν χόρτον σφετερίσαντες καὶ ἀρ…τησα αὐτοῖς καὶ ἐπῆλθάν μοι οἱ τρεῖς περὶ τὰ ὅρια τῆς Ἑρμοῦ πόλεως μετὰ ῥοπάλων καὶ πληγαῖς ἀπέκτεινάν με. διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως τούτους συνλαβόμενος α…τησῃς …