Ancient Greek
P.Adl. 10
Documentary Papyri, P.Adl. G10
Not analysed yet
ἔτους ιϛ τοῦ καὶ ιγ Παῦνι θ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισαν Ἀγαθῖνος Φιλοξένου τοῦ παρὰ Πλάτωνος τοῦ συνγενοῦς καὶ στρατηγοῦ καὶ Πατῆς Ποήριος οἱ δύο Πανᾶτι Πατῆτος τῶν ἐκ Παθύρεως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ φαλάνθῳ ἀριστερῶι χαλκοῦ νομίσματος τάλαντα δέκα δύο, γίνεται τάλαντα ιβ, ἄτοκα, ἡμερῶν τριάκοντα ἀπὸ μηνὸς Παῦνι ιθ. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Πανᾶς Ἀγαθίνωι καὶ Πατῆτι τοῖς δανείζουσιν ἐν μηνὶ Ἐπεὶφ εἰκάδος τοῦ αὐτοῦ ἔτους· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι ἀποτεισάτω καθὰ γέγραπται παραχρῆμα ἐπάναγκον· ἡ δὲ πρᾶξις ἔστω Ἀγαθίνωι καὶ Πατῆτι ἐκ τοῦ δεδανεισμένου Πανᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ τοῦ καὶ ιγ Παῦνι ιθ δάνειον Ἀγαθίνωι καὶ Πατῆτι πρὸς Πανᾶν Πατῆτος χαλκοῦ ταλάντων ιβ.