Ancient Greek
P.Adl. 9
Documentary Papyri, P.Adl. G9
Not analysed yet
ἔτους ιγ τοῦ καὶ ι Μεσορὴ κα ἀπέδοτο Ἁκετεφνάχθης ἥμισυ οἰκίας καὶ αὐλῆς. ἐπρίατο Σενενοῦφις καὶ Σεμπελαίας χαλκοῦ Γ. Σενενούφιος Φίβιος, Σεμπελαίας γυναικῶν βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου θεῶν Φιλομητόρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ κα ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ἁκετεφνάχθης Ψεμμώνθου χρυσοχοῦς τῶν ἀπὸ Λάτων πόλεως ὡς ἐτῶν ν εὐμεγέθης μελίχρως τετανὸς ἀναφάλακρος πλατυπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ οἰκίας ᾠκοδομημένης καὶ κεκαμαρωμένης ἐν τῷ ἀπὸ λιβὸς μέρει ταύτης καὶ τῆς προσούσης αὐλῆς, τούτων τὸ ἥμισυ, τῆς οὔσης ἐν τῷ ἀπὸ λιβὸς μέρει Παθύρεως· γείτονες τῆς ὅλης οἰκίας καὶ τῆς αὐλῆς νότου καὶ λιβὸς οἰκία Πελαίου τοῦ Ζνεβωνύχου, βορρᾶ οἰκία Πατῆτος, ἀπηλιώτου ῥύμη βασιλική, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Σενενοῦφις Φίβιος Περσίνη καὶ Σεμπελαίας Πμόιτος ἡ ταύτης θυγάτηρ, ἑκάστη αὐτῶν κατὰ τὸ ἥμισυ τοῦ ἡμίσους τοῦ πεπραμένου, χαλκοῦ δραχμῶν Γ. ἀνοίξουσι τὴν θύραν αἱ δύο εἰς τὴν ῥύμην βασιλικὴν ἐν τῷ ἀπηλιώτου. προπωλητὴς καὶ βεβαιωτὴς Ἁκετεφνάχθης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Σενενοῦφις καὶ Σεμπελαίας αἱ πριάμεναι. Ἑρμίας κεχρημάτικα. ἔτους ιγ τοῦ καὶ ι Μεσορὴ λ τετάχαται εἰς τὸ ἐγκυκλίου θέμα μέχρι διαγραφῆς Σενενοῦφις Φίβιος καὶ Σενπελαίας Φμόιτος τῆς ἠγορασμένης οἰκίας ᾠκοδομημένης καὶ κεκαμαρωμένης καὶ τῆς προσούσης αὐλῆς τὸ 𐅵,ἣν ἠγόρασαν παρὰ Ἁκετεπνάχθου τοῦ Ψεμμώνθου χαλκοῦ Γ τέλος τ. Πανίσκος τραπεξίτης τξ.