Ancient Greek
P.Adl. 17
Documentary Papyri, P.Adl. G17
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους πεντεκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παχὼν κϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Νεχούτης Σεκοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν οβ μέσος μελάγχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἀδύνατος τοῖς ὄμμασι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως γῆς ἠπείρου σιτοφόρου ἀρουρῶν εἴκοσι μιᾶς τῶν ἐν Σω ῥοῇ ἀρούρας πέντε τέταρτον ,ὧν παρὰ νότου ἐπὶ βορρᾶν σχοινίου ἑνὸς τετάρτου ,ἀπηλιώτου ἐπὶ λίβα σχοινίων ἑξακοσίων τριῶν . γείτονες νότου γῆ Ἑρμίου τοῦ Σ…ος, βορρᾶ γῆ Σχώτου τοῦ Τρύφωνος, ἀπηλιώτου τὸ λοιπὸν τῆς γῆς, λιβὸς ἡ φέρουσα εἰς τὸ Κρόνειον ὁδός, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὖς ἀριστερὸν τετρημένον χαλκοῦ ταλάντων πέντε . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος κεχρημάτικα.