Ancient Greek
P.Adl. 18
Documentary Papyri, P.Adl. G18
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενενοῦπις Πόρτιτος Πέρσης ὡς ἐτῶν ν ἐλάσσω ἢ μέσος μελάνχρως στρογγυλοπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς μετόχοις ἀδιαιρέτως τὸ ἐπιβάλλον αὐτῶι ἀρούρας 𐅵. γείτονες τῆς ὅλης γῆς νότου Πατσεοῦτος τοῦ Φίβιος, βορρᾶ ἡ λοιπὴ γῆ αὐτοῦ, ἀπηλιώτου ποταμός, λιβὸς ὁδὸς τῶν ὄχλων, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Καλῖβις Πετεμαρσνούφιος Περσίνη ὡς ἐτῶν κ μέση μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ νομίσματος ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενενοῦπις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Καλῖβις ἡ πριαμένη. Ἑρμίας κεχρημάτικα.